Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 7:37-52
Τῇ
ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς Ἑορτῆς, εἱστήκει ὁ ᾿Ιησοῦς καὶ ἔκραξε λέγων· Ἐάν τις
διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή,
ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ
Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα ῞Αγιον,
ὅτι ᾿Ιησοῦς οὐδέπω ἐδοξάσθη. Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον, ἔλεγον·
Οὗτός ἐστιν ἀληθῶς ὁ Προφήτης. Ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ Χριστός. Ἄλλοι δέ ἔλεγον·
Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; Οὐχὶ ἡ Γραφὴ εἶπεν, ὅτι ἐκ τοῦ σπέρματος
Δαυῒδ, καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὅπου ἦν Δαυΐδ, ὁ Χριστὸς ἔρχεται; Σχίσμα οὖν ἐν
τῷ ὄχλῳ ἐγένετο δι᾿ αὐτόν. Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾿ οὐδείς ἐπέβαλεν
ἐπ᾿ αὐτὸν τὰς χεῖρας. ῏Ηλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς Ἀρχιερεῖς καὶ Φαρισαίους,
καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διατί οὐκ ἠγάγετε αὐτόν; Ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε
οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι·
Μὴ καὶ ὑμεῖς πεπλάνησθε; μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, ἢ ἐκ τῶν
Φαρισαίων; ἀλλ᾿ ὁ ὄχλος οὗτος, ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσι. Λέγει
Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν· Μὴ ὁ νόμος ἡμῶν
κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾿ αὐτοῦ πρότερον, καὶ γνῷ τί ποιεῖ; Ἀπεκρίθησαν
καὶ εἶπον αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε, ὅτι προφήτης ἐκ
τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Πάλιν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς ἐλάλησε, λέγων· Ἐγώ εἰμι
τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾿ ἕξει τὸ
φῶς τῆς ζωῆς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου