Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 1: 18-28
Θεὸν
οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο.
Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ ᾿Ιωάννου, ὅτε ἀπέστειλαν οἱ ᾿Ιουδαῖοι ἐξ ῾Ιεροσολύμων
Ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ; Καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο·
καὶ ὡμολόγησεν ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. Καὶ ἠρώτησαν αὐτόν· Τί οὖν; ᾿Ηλίας εἶ
σύ; Καὶ λέγει· Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη· Οὔ. Εἶπον οὖν αὐτῷ· Τίς
εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; Ἔφη· Ἐγὼ,
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν ῾Ησαΐας ὁ Προφήτης.
Καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων· καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ· Τί
οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς, οὔτε ᾿Ηλίας, οὔτε ὁ Προφήτης; Ἀπεκρίθη αὐτοῖς
ὁ ᾿Ιωάννης λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε·
αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν· οὗ ἐγὼ οὐκ εἰμὶ ἀξιος
ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ ᾿Ιορδάνου,
ὅπου ἦν ᾿Ιωάννης βαπτίζων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου