Παρασκευή 7 Δεκεμβρίου 2018

ΤΩ ΣΑΒΒΑΤΩ ΤΗΣ Δ΄ ΕΒΔΟΜΑΔΟΣ


Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 8: 31-42
Εἶπεν ὁ Κύριος πρὸς τοὺς πεπιστευκότας  αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε· καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Ἀπεκρίθησαν αὐτῷ· Σπέρμα ᾿Αβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε; Ἀπεκρίθη αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ Υἱὸς μένει εἰς τὸν αἰῶνα. Ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. Οἶδα ὅτι σπέρμα ᾿Αβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. Ἐγὼ ὃ ἑώρακα παρὰ τῷ Πατρί μου λαλῶ· καὶ ὑμεῖς οὖν ὃ ἑωράκατε παρὰ τῷ πατρὶ ὑμῶν ποιεῖτε. Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Ὁ πατὴρ ἡμῶν ᾿Αβραάμ ἐστι. Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Εἰ τέκνα τοῦ ᾿Αβραὰμ ἦτε, τὰ ἔργα τοῦ ᾿Αβραὰμ ἐποιεῖτε. Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἥκουσα παρὰ τοῦ Θεοῦ. τοῦτο ᾿Αβραὰμ οὐκ ἐποίησεν. Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. Εἶπον οὖν αὐτῷ· ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν, τὸν Θεόν. Εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου