Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 6:56-69
Εἶπεν
ὁ Κύριος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους·
Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Καθὼς
ἀπέστειλέ με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται
δι᾿ ἐμέ. Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· οὐ καθὼς ἔφαγον οἱ πατέρες
ὑμῶν τὸ μάννα καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον, ζήσεται εἰς τὸν αἰῶνα.
Ταῦτα εἶπεν ἐν συναγωγῇ, διδάσκων ἐν Καπερναούμ. Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν
Μαθητῶν αὐτοῦ εἶπον· Σκληρός ἐστιν οὗτος ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν; Εἰδὼς
δὲ ὁ ᾿Ιησοῦς ἐν ἑαυτῷ, ὅτι γογγύζουσι περὶ τούτου οἱ Μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς·
Τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν
τὸ πρότερον; Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν,
ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ρήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, πνεῦμά ἐστι, καὶ ζωή ἐστιν.
Ἀλλ᾿ εἰσὶν ἐξ ὑμῶν τινες, οἳ οὐ πιστεύουσιν. Ἤδει γὰρ ἐξ ἀρχῆς ὁ ᾿Ιησοῦς, τίνες
εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν· καὶ ἔλεγε· Διὰ τοῦτο εἴρηκα
ὑμῖν, ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός
μου. ᾿Εκ τούτου πολλοὶ ἀπῆλθον ἐκ τῶν Μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ οὐκέτι
μετ᾿ αὐτοῦ περιεπάτουν. Εἶπεν οὖν ὁ ᾿Ιησοῦς τοῖς Δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;
Ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου
ἔχεις· καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ
Θεοῦ τοῦ ζῶντος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου