Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 4:46-54
Τῷ
καιρῷ ἐκείνῳ, ἦν τις Βασιλικός, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ. Οὗτος ἀκούσας ὅτι
᾿Ιησοῦς ἤκει ἐκ τῆς ᾿Ιουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθε πρὸς αὐτὸν καὶ ἠρώτα αὐτὸν
ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλε γὰρ ἀποθνήσκειν. Εἶπεν οὖν ὁ ᾿Ιησοῦς
πρὸς αὐτόν· ἐὰν μὴ σημεῖα καὶ τέρατα δῆτε, οὐ μὴ πιστεύσητε. Λέγει πρὸς αὐτὸν ὁ
Βασιλικός· Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς·
Πορεύου· ὁ υἱός σου ζῇ. Καὶ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ, ᾧ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς,
καὶ ἐπορεύετο. Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν,
λέγοντες· Ὅτι ὁ παῖς σου ζῇ. Ἐπύθετο οὖν παρ᾿ αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχε·
καὶ εἶπον αὐτῷ ὅτι χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. Ἔγνω οὖν ὁ πατὴρ, ὅτι
ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς· Ὅτι ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς
καὶ ἡ οἱκία αὐτοῦ ὅλη. Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ ᾿Ιησοῦς , ἐλθὼν ἐκ
τῆς ᾿Ιουδαίας εἰς τὴν Γαλιλαίαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου