Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 6: 40-44
Εἶπεν
ὁ Κύριος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους·
Τοῦτο ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν, καὶ πιστεύων
εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον· καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ. ᾿Εγόγγυζον
οὖν οἱ ᾿Ιουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν· Ἐγώ εἰμι ὁ ἄρτος, ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ·
καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ᾿Ιησοῦς ὁ υἱὸς ᾿Ιωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα
καὶ τὴν μητέρα; Πῶς οὖν λέγει οὗτος· Ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; Ἀπεκρίθη οὖν ὁ ᾿Ιησοῦς καὶ εἶπεν αὐτοῖς· μὴ
γογγύζετε μετ᾿ ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας
με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου