Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 7: 14-30
Τῆς
ἑορτῆς μεσούσης, ἀνέβη ὁ ᾿Ιησοῦς εἰς τὸ Ἱερὸν καὶ ἐδίδασκε. Καὶ ἐθαύμαζον οἱ ᾿Ιουδαῖοι
λέγοντες· Πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; Ἀπεκρίθη οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς
καὶ εἶπεν· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με. Ἐάν τις θέλῃ τὸ θέλημα
αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾿ ἐμαυτοῦ
λαλῶ. Ὁ ἀφ᾿ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος
αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. Οὐ Μωῡσῆς δέδωκεν ὑμῖν
τὸν νόμον; καὶ οὐδείς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. Τί με ζητεῖτε ἀποκτεῖναι; Ἀπεκρίθη
ὁ ὄχλος καὶ εἶπε· Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; Ἀπεκρίθη ᾿Ιησοῦς καὶ
εἶπεν αὐτοῖς· Ἓν ἔργον ἐποίησα, καί πάντες θαυμάζετε διὰ τοῦτο. Μωῡσῆς δέδωκεν ὑμῖν
τὴν περιτομήν, οὐχ ὅτι ἐκ τοῦ Μωῡσέως ἐστίν, ἀλλ᾿ ἐκ τῶν πατέρων, καὶ ἐν Σαββάτῳ
περιτέμνετε ἄνθρωπον. Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν Σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος
Μωῡσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν Σαββάτῳ! Μὴ κρίνετε κατ᾿ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν
κρίνατε. ῎Ελεγον οὖν τινες ἐκ τῶν ῾Ιεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;
καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες,
ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός; Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς
ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ ᾿Ιησοῦς
καὶ λέγων· Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾿ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾿
ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὔκ οἴδατε· ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾿ αὐτοῦ
εἰμι κἀκεῖνός με ἀπέστειλεν. ᾿Εζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾿
αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου