Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 3: 22-33
Τῷ
καιρῷ ἐκείνῳ, ἦλθεν ὁ ᾿Ιησοῦς καὶ οἱ Μαθηταὶ αὐτοῦ εἰς τὴν ᾿Ιουδαίαν γῆν· καὶ ἐκεῖ
διέτριβε μετ᾿ αὐτῶν καὶ ἐβάπτιζεν. Ἦν δὲ καὶ ᾿Ιωάννης βαπτίζων ἐν Αἰνὼν, ἐγγὺς
τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· καὶ παρεγίνοντο καί ἐβαπτίζοντο· οὔπω γὰρ ἦν
βεβλημένος εἰς τὴν φυλακὴν ὁ ᾿Ιωάννης. Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν ᾿Ιωάννου
μετὰ ᾿Ιουδαίου περὶ καθαρισμοῦ. Καὶ ἦλθον πρὸς τὸν ᾿Ιωάννην καὶ εἶπον αὐτῷ· Ῥαββί,
ὃς ἦν μετὰ σοῦ πέραν τοῦ ᾿Ιορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει καὶ πάντες
ἔρχονται πρὸς αὐτόν. Ἀπεκρίθη ᾿Ιωάννης καὶ εἶπεν· Οὐ δύναται ἄνθρωπος λαμβάνειν
οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον·
Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ᾿ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Ὁ ἔχων τὴν
νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ
χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. Ἐκεῖνον δεῖ
αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Ὁ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστίν· ὁ ὢν ἐκ τῆς
γῆς ἐκ τῆς γῆς ἐστι καὶ ἐκ τῆς γῆς λαλεῖ. Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ἐπάνω πάντων
ἐστί. Καὶ ὃ ἑώρακε καί ἤκουσε, τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς
λαμβάνει. Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισεν, ὅτι ὁ Θεὸς ἀληθής ἐστιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου