Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 2: 1-11
Τῷ
καιρῷ ἐκείνῳ, γάμος ἐγένετο ἐν Κανᾶ τῆς Γαλιλαίας, καὶ ἦν ἡ Μήτηρ τοῦ ᾿Ιησοῦ ἐκεῖ·
ἐκλήθη δὲ καὶ ὁ ᾿Ιησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. Καὶ ὑστερήσαντος οἴνου,
λέγει ἡ μήτηρ τοῦ ᾿Ιησοῦ πρὸς αὐτόν· οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Τί
ἐμοὶ καὶ σοί, Γύναι; οὔπω ἥκει ἡ ὥρα μου. Λέγει ἡ Μήτηρ αὐτοῦ τοῖς διακόνοις· Ὅ,τι
ἂν λέγῃ ὑμῖν, ποιήσατε. Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ, κείμεναι κατὰ τὸν
καθαρισμὸν τῶν ᾿Ιουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς·
γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. Καὶ λέγει αὐτοῖς· Ἀνλήσατε
νῦν καὶ φέρετε τῷ Ἀρχιτρικλίνῳ. καὶ ἤνεγκαν. Ὡς δὲ ἐγεύσατο ὁ Ἀρχιτρίκλινος τὸ ὕδωρ
οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν, οἱ ἀντλικότες
τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ Ἀρχιτρίκλινος, καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον
τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν
καλὸν οἶνον ἕως ἄρτι. Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ ᾿Ιησοῦς ἐν Κανᾶ τῆς
Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ· καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ Μαθηταὶ αὐτοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου