Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 6: 27-33
Εἶπεν
ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν
ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου
ὑμῖν δώσει· τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν, ὁ Θεός. Εἶπον οὖν πρὸς αὐτόν· Τί ποιῶμεν
ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ; Ἀπεκρίθη ὁ ᾿Ιησοῦς καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστι
τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Εἶπον οὖν αὐτῶ· Τί
οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; Οἱ πατέρες ἡμῶν
τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον. <Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν
αὐτοῖς φαγεῖν.> Εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν· Οὐ Μωῡσῆς δέδωκεν
ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ᾿ ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ
τὸν ἀληθινόν. Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν
ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου